Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.370 Joseph. AJ 7.374 (English) >>Joseph. AJ 7.378

7.372νῦν οὖν ἐπεὶ καὶ τῷ προγόνῳ ἡμῶν Ἰακώβῳ δυοκαίδεκα παίδων γενομένων ἴστε τὸν Ἰούδαν ἀποδειχθέντα βασιλέα, καὶ ἐμὲ τῶν ἀδελφῶν ἓξ ὄντων προκριθέντα καὶ τὴν ἡγεμονίαν λαβόντα παρὰ τοῦ θεοῦ καὶ μηδένα τούτων δυσχεράναντα, οὕτως ἀξιῶ κἀγὼ τοὺς ἐμαυτοῦ παῖδας μὴ στασιάζειν πρὸς ἀλλήλους Σολόμωνος τὴν βασιλείαν παρειληφότος, ἀλλʼ ἐπισταμένους ὡς θεὸς αὐτὸν ἐξελέξατο φέρειν ἡδέως αὐτὸν δεσπότην. 7.373οὐ δεινὸν γὰρ θεοῦ θέλοντος οὐδʼ ἀλλοτρίῳ κρατοῦντι δουλεύειν, χαίρειν δʼ ἐπʼ ἀδελφῷ ταύτης τυχόντι τῆς τιμῆς προσῆκεν ὡς κοινωνοῦντας αὐτῆς. εὔχομαι δὴ τὰς ὑποσχέσεις τοῦ θεοῦ παρελθεῖν εἰς τέλος καὶ τὴν εὐδαιμονίαν ταύτην ἀνὰ πᾶσαν τὴν χώραν σπαρῆναι καὶ τὸν ἅπαντα ταύτῃ παραμεῖναι χρόνον, ἣν αὐτὸς ἐπηγγείλατο παρέξειν ἐπὶ Σολόμωνος βασιλέως. 7.374ἔσται δὲ ταῦτα βέβαια καὶ καλὸν ἕξει πέρας, ἂν εὐσεβῆ καὶ δίκαιον αὑτὸν καὶ φύλακα τῶν πατρίων παρέχῃς νόμων, τέκνον· εἰ δὲ μή, τὰ χείρω προσδοκάτω ταῦτα παραβαίνων.” 7.375

μὲν οὖν βασιλεὺς τούτους ποιησάμενος τοὺς λόγους ἐπαύσατο, τήν τε διαγραφὴν καὶ διάταξιν τῆς οἰκοδομίας τοῦ ναοῦ πάντων ὁρώντων ἔδωκε Σολόμωνι θεμελίων καὶ οἴκων καὶ ὑπερῴων, ὅσοι τε τὸ πλῆθος καὶ πηλίκοι τὸ ὕψος καὶ εὖρος γένοιντο, ὅσα τε σκεύη χρυσᾶ καὶ ἀργυρᾶ τούτων τὸν σταθμὸν ὥρισε.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.370 Joseph. AJ 7.374 (English) >>Joseph. AJ 7.378

Powered by PhiloLogic